ΚΑΛΛΙΜΑΧΟΥ ΕΙΣ ΑΡΤΕΜΙΝ | カッリマコス『アルテミス讃歌』 |
5 |
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα· |
アルテミスを(というのも,歌い手には忘れ難い神ゆえ) 私は歌う,弓とうさぎ狩りに, また大きな歌舞隊と,また山での遊びを楽しむ女神を. 歌い始めは,彼女がまだ少女であったころ, 父神の膝に座って,父神にこのように語りかけた時のこと. |
10 15 20 25 |
῾ δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν, καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ, δός δ᾽ ἰοὺς καὶ τόξα--ἔα, πάτερ, οὔ σε φαρέτρην οὐδ᾽ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα· ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα ζώνυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω. δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν. δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν· οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν μοῦνον ὅτ᾽ ὀξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες τειρόμεναι καλέωσι βοηθόον, ᾗσί με Μοῖραι γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλησε φέρουσα μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων. ᾽ |
「私に永遠の処女性を,父よ,守る事を許し給え, そして私が多くの名を持つ事を,ポイボスも競うことができぬよう. そして,弓矢を与え給え——お待ち下さい,父よ,あなたに矢も 大弓もお願いはしません.私にはキュクロープスらが矢を すぐに作るでしょう,そして,よく撓る弓も. その代り,光りもたらす者にして下さい,そして,膝までの 房付きの上衣を纏うことを,そうして野の獣を屠るために. そして私に60人のオーケアノスの娘を歌舞隊に与え給え, 皆9歳で,皆頭に巻き布をせぬ子らを. そして,私にアムニソス*1の20人のニンフを侍女によこし給え. 私の上着を預かり,そしてもう大猫も 鹿も私が射らるのを止めた時には,足速き犬をよく世話するように. そして,私に全ての山を与え給え,そして,どんな町でも割りあて給え, あなたの望むいかなる町も.アルテミスが町に下りることは滅多にないので. 山に私は住むでしょう,だが男住む町に私が入るのは, ただ女性らが激しい陣痛に 苛まれて助けを呼ぶ時のみ.私が生まれた時に,モイラたちは 私にまずそれを助けることを使命とし, 私の母が,私を産む時にも,孕んでいる時にも, 母は苦しまず,労なくして自分の胎より産んだのです」 *1 クレタ島の川. |
30 35 40 45 |
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων· ῾ ὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημός αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει. τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἵνα πύργον ὀπάσσω, τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι· πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.᾽ ὣς ὁ μὲν εἰπών μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη Λευκὸν ἔπι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ, ἔνθεν ἐπ᾽ Ὠκεανόν· πολέας δ᾽ ἐπελέξατο νύμφας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους· χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς, οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς. |
このように娘神は語り,父の髭に触らんと 欲した,しかし何度も触ろうと手を伸ばしたが 無駄であった.父は笑って頷き, そして彼女を撫でつつ言った.「女神らが私に このような子を産んだ日には,私は妬み深いヘーラーが 怒るのを僅かにしか気にせずに済もうもの.取れ,娘よ,お前が 乞い願う限りのものを.そして父は別のもっと大きなものを与えよう. お前には10の3倍の町を,そして一つならず塔を授けよう, お前には10の3倍の町を,それは他の神を讃えることを 知らず,お前だけを讃え,そしてアルテミスの町と呼ばれるであろう. そして,多くの町を他の神と共に授けよう, 内陸の町々も,島々も.しして,その全てにおいて, アルテミスの祭壇と聖林があるだろう.そして,お前は道と 港の見張りとなるだろう」このように語って, 頷いてその言葉を確かなものとした.そして,娘神は クレータの,森の繁ったレウコン山*1へと向かって, そこからオーケアノスの許へと行った.そして,彼女は多くのニンフを選んだ, 皆9歳で,皆まだ頭に巻き布せぬ子供であった. そして,カイラトス*2の川は大いに喜び,テーテュスも喜んだ, というのも彼らはレートーの子に娘達を付き人にと送ったのだから. *1 クレータ島の東のレウカ山のこと(?). *2 クレータ島のクノッソスの近くの川. |
50 55 60 |
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκεν οὔνομά οἱ Μελιγουνίς) ἐπ᾽ ἄκμοσιν Ἡσφαίστοιο ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα πρηόσιν Ὀσσαίοισιν ἐοικότα (πᾶσι δ᾽ ὑπ᾽ ὀφρύν φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ δεινὸν ὑπογλαύσσοντα) καὶ ὁππότε δοῦπον ἄκουσαν ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημα φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη, αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτων Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει, εὖθ᾽ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον ἀμβολαδὶς τετύποντες ἐπὶ μέγα μύχθισσειαν. |
そして,すぐさま彼女はキュクロープスらを訪ねた.彼女が彼らに出会ったのは リパラー*1の島にて(リパラーは最近の名で,その時は メリグーニスという名があった)ヘーパイストスの金床の所で, 赤熱の鉄の周りに立っている所.なぜなら彼らは大仕事を急いでいたから. 彼らはポセイドーンのために馬の飼い葉桶を作っていた. ニンフらは怯えた,オッサ山の岩にも似た 恐ろしい怪物を見た時(4枚重ねの牛革の盾程もの 一つ目が皆眉の下に 恐ろしく光っていた)そして,金床の 激しく響く轟音を聞き,そしてふいごの立てる激しい 風音と,彼らの重々しい唸り声を聞いた時には.そしてエトナ山は叫び, シチリア人の住まいたるトリーナクリアー*2は叫び,また叫ぶは隣の イタリアの地,そしてキュルノス*3は大きな咆哮を叫び上げた, 彼らがハンマーを方の上に振り上げ, 溶鉱炉の中から取り出した煮えたぎる青銅や鉄を 代わる代わるに打ちつつ激しく唸る度に. *1 シチリア東端から僅かに北側の島. *2 シチリアのこと. *3 コルシカ. |
65 70 75 80 85 |
τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτ᾽ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι, μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ, Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ· αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας. κοῦρα, σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα, εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα, Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης, ὤλοψας δὲ βίηφι· τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσῃ φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ. τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος· ῾ Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων. αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν. ᾽ ἔννεπες· οἱ δ᾽ ἐτέλεσσαν· ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον. |
そのため,オーケアノスの娘らは恐れなく彼らを 真正面から見ることができず,また耳で音を聞く事もできなかった. だが非難には価しない.彼らをまた,もはやとうに幼くはない 至福の神の娘たちも,恐れる事なく見る事は決してなかったのだ. そして,娘らの誰かが,母親に不服従を為した時には, 母親は自分の娘にキュクロープスらの名を呼ぶのだ, アルゲースやステロペースの名を.だが,家の奥からは ヘルメースが,燃える火の粉にまみれて出て来る. すぐに彼は娘にお化けの真似をし,そして彼女は母親の 懐の中に,目を手で覆って隠れる. 娘よ*1,だがあなたは,もっと幼い時でさえ,まだ3歳であった時に, レートーがあなたはを腕の中に抱いてやって来た時, それはヘーパイストスが,贈り物をあげるといって呼んだ時だが, ブロンテース*2が力強い膝の上にあなたを座らせた時, その大きな胸から剛毛の毛をつかんで そして力任せに毟り取った.そして,まだ今に至るまで, 胸の真ん中の部分は毛がないのだ,ちょうど人のこめかみに 疥癬がついて髪を食った時のように. それ故,あなたは非常に大胆にも,彼にこの言葉をその時言い放った. 「キュクロープス達よ,私にもまたキュドーニア*3の弓を,さあ, そして,矢と空ろな矢の筒を 作り給え.なぜなら私も,アポッローン同様,レートーの子だから. そして,もし私が弓で荒々しい猛獣や,何か 怪獣を狩ったら,それはキュクロープス達が食べるだろう」 あなたは言った.そしてそれは成就した.すぐにあなたは,女神よ,武装した. *1 アルテミス. *2 キュクロープスの一人. *3 クレタ島. |
90 95 |
αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ᾽ αὖλιν Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς, τρεῖς δὲ παρουαίνους, ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων, εἶλκον ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκε θάσσονας αὐράων Κυκνοσουρίδας, αἵ ῥα διῶξαι ὤκτισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί σημῆναι καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι. |
そしてすぐ再びあなたは猟犬を探しに向かった.そして,あなたは パーンの住まいアルカディアに着いた.そして彼はマエナルスの山猫の 肉を切っていた,子持ちの犬にその餌を食べさせるために. そして,あなたに,そのひげ面の神は二匹の半分白い犬, 三匹の赤犬,一匹の斑犬を与えた,それらは実にライオン でさえ,首に噛み付いた時には,後ろにねじ曲げ, さらに生きたまま檻に引いて行ったのだった.そして,八匹の 風よりも速く駆けるキュノスーリア*1の犬を与えた, それらは子鹿や目を閉じぬ兎を追うのに,実に最も速く, そして鹿のねぐらと,山嵐の巣がある場所を 示し,そして羚羊の後を追って先導するのも最も速かった. *1 アルカディア. |
100 105 |
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐπὶ προμολῇς᾽ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἐπ᾽ ὄχθῃς αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός· ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες· ῾ τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.᾽ πέντ᾽ ἔσαν αἱ πᾶσαι· πίσυρας δ᾽ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φογοῦσαν Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. |
そこからあなたは去って(後をまた犬どもが駆けて行った) アルカディアの山の麓で, 跳ね回る鹿どもを見つけた,実に大きな者であった.それらは 黒い石のアナイロス川の岸でいつも草を食み, 牛よりも大きく,そして角には金が輝いていた. すぐさまあなたは驚いた,そして心中こう言った. 「これはアルテミスに相応しい初狩だろう」 それらは全部で5頭であった.4頭をあなたは速駆けして捕まえた, 犬を走らす事なく,そうしてそれらがあなたの速い車を引くようにした. だが一頭はケラドーンの川を越えて逃げて行ったが, それは後にヘーラクレースの功業になるようにとの ヘーラーの意であり,ケリュネイアの岩山*1がその鹿を受け入れた. *1 ケリュネイアはアカイアの町.ケリュネイアの鹿は,ヘーラクレース12功業の一つで,彼はこの鹿を1年追い続け,生け捕りしなければならなかった. |
110 115 120 125 130 135 140 145 150 155 160 165 |
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔτνεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον, ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά. ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν; Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης; Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ᾽ ἐνέηκας ἀυτμήν ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί. ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου; πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ †ἐπὶ δρῦν†, ἀλλά †μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον. σχέτλιοι, οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν· κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη, κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκες ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι τίκτουσιν, τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη. οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη τετραπόδων, εὖ δ᾽ οἶκος ἀέξεται· οὐδ᾽ ἐπὶ σῆμα ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν· οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν εἰνάτερες γαλόῳ τε μίαν πέρι δίφρα τίθενται. πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής, εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή· τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή, ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι, ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τε σε ῥεῖα θηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις. ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων θηρίον ὅττι φέρῃσθα—πάροιθέ γε, πρίν περ ἱκέσθαι καρτερὸν Ἀλκεΐδην· νῦν δ᾽ οὐκέτι Φοῖβος ἄεθλον τοῦτον ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα νεῖαι πῖον ἔδεσμα· θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳ ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή, ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅγε χλούνην κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα· κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει· ῾ βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκας ἠδὲ λαγωοί ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται. καὶ βόες ἀνθρωποισι κακὸν μέγα· βάλλ᾽ ἐπὶ καὶ τούς.᾽ ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο. οὐ γὰρ ὅγε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθείς παύσατ᾽ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, τῇ ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι. σοὶ δ᾽ Ἀμνισιάδες μέν ὑπὸ ζεύγληφι λυθείσας ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν· ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο ὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη. αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σ᾽ ἐφ᾽ ἕδρην πάντες ὁμῶς καλέοθσι· σὺ δ᾽ Ἀπόλλωνι παρίζεις. |
処女神たるアルテミス,ティテュオスを殺せる女神*1よ,あたなの 武具と帯は黄金で,そしてあなたは黄金の戦車を繋ぎ, そして黄金の馬勒を若鹿に置いた. そして,何処へ最初に角もつ戦車は運び始めたのか. トラキアのハイモスにだ,そこからボレアースの疾風が 厳しく吹きすさび街灯着ぬ者らには寒さをもたらす. そして,何処であなたは樅の木を切り,そしてどの火で火をつけたのか. ミューシアのオリュンポスで,そして消える事なき火の 息吹をそれに吹き込んだ.それは父神の雷が落としたもの. そして,何度あなたは,女神よ,白銀の弓を試したのか. 最初に楡の木を,それから樫の木をあなたは射た, さらに三番目に獣を射た.四番目にはもはや†樫の木†ではなく, 悪人の町を射た,彼らは互いにも, また外の者にも罪深き事を多く成し続けていた. 哀れなるかな,あなたがひどい怒りを向けられたものどもは. 彼らの家畜を疫病が食い荒らし,作物は霜が食い荒らす. そして老人は息子を悼んで髪を切り,そしてその妻らは あるいは産褥に麻痺に打たれて死に,あるいはそれを逃れたものは 決して真直ぐに踵に立てぬものを産む. だが,あなたが嘉し,恵み深く見給うものら, そのものらには耕地も穂をよくもたらし,そして四つ足の家畜らも 子に恵まれ,そして家はよく栄えるだろう.彼らは決して 墓に向かうことはない,彼らが老齢を全うして後でなければ. また,反目もその一族を苛むことはなく——それは よく続いてきた家であってもまた荒らすものだが——一つの 食卓の周りに,義理の姉妹ら*2は席を置く. 女王よ,わたしに真実の友たるものは誰でもこれらの人々に属さんことを, そして私自身も彼らに属さんことを.そして私は永遠に歌に取り組まんことを. その歌に,レートーの結婚が歌われるだろう,そしてあなたも沢山歌われるだろう, そしてアポッローンもまた,そしてあなたの全ての業も, そしてあなたの犬達や弓や,ゼウスの家に向かう時に あなたを颯爽と立派に運ぶ戦車もその中に歌われるだろう. そこの入り口であなたに会い, ヘルメースはあなたの武器を受け取り,だがアポッローンは あなたの持って来た獣は何でも受け取った——少なくとも, 強気アルカイオスの孫*3が来る以前は.今はもはやポイボスはその仕事を 持ってはいない.というのも,そのようにいつもティリュンスの鉄床*4が 門の前に立ち,あなたが脂の乗った食べ物を持って 帰って来るのを待っている.だが神々は皆彼に向かって 絶える事無く笑った,だが最も笑ったのは彼の義母*5その人だ, 彼が車から非常に大きな雄牛や,野の 猪が,後ろ足で暴れるのを持って来る度に. 彼*6はこのように巧みな言葉で,女神よ,あなたに諭す. 「悪しき獣を打つがよい,人間たちがあなたを,私のように, 味方するものを呼ぶように.ノロ鹿や兎どもは 山にて食ませておけ.なぜならどうしてノロ鹿や兎どもが 害なすことがあろうか.猪は耕地に,猪は作物に荒れ狂う. そして牛は人々に大きな災いだ.これらも打つがよい」 このように彼は言い,そして大きな獣のためにあくせくする. なぜなら,彼はプリュギアのオークの木の下で神となっても*7 暴食は止まなかったのだ.彼にはまだ胃袋があるのだ, かつて耕作しているテイオダマースに会った時の胃袋が*8. あなたのためにアムニソスのニンフらは軛から 若鹿を解いて撫でてやる,そして彼女らは若鹿たちに食ますのに, 沢山の早く伸びるクローバーをヘーラーの牧草地から 摘んで持って来る,その牧草地からはゼウスの馬どもも食むのであるが. そして黄金の水桶に彼女らは 水を満たす,鹿たちに気持のよい飲み物となるように. あなた御自身は父神の家へと入る.そして,皆は一様に あなたを自分の席に呼ぶ.だがあなたはアポッローンの傍に座する. *1 ガイアの子とも,ゼウスの子ともされる.アルテミスの母であるレートーをものにしようとして,アポッローンとアルテミスに射殺される. *2 厳密にはεἰνάτερεςはその夫同士が兄弟である妻たち,γαλόῳは一人の男の妻と姉妹. *3 ヘーラクレース.死後オリュンポスで神々の間に仲間入りする. *4 ティリュンスはヘーラクレースの故郷.ここでは彼の屈強さを示すメタファー. *5 ヘーラクレースはオリュンポスでヘーベーを娶る.ヘーベーの母はヘーラー. *6 ヘーラクレース. *7 古注によると,彼が火葬された場所は,オイタ山のプリュギアとされる. *8 ヘーラクレースはデーイアネイラとヒュッロスとともに,ドリュオプス人の領土を通過中,空腹となり,2頭の牛で耕していたテイオダマースに食べ物を要求したが断られ,牛を一頭軛から外して食べる(cf. 高津『ギリシア神話辞典』p.244右). |
170 175 180 |
ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο ἢ Πιτάνῃ (καὶ γαρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις, ἢ ἵνα, δαῖμον, Ἁλὰς Ἀραφηνίδας οἰκήσουσα ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμα Ταύρων, μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ τετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίῳ ἀροτῆρι· ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνον ἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται. |
エジプトのイノーポス*1の泉の傍で, あるいはピタネー(なぜならピタネー*2もあなたのものだから)やリムナイ*3で, あるいは,女神よ,あなたがアラペーのハライ*4に住まんとて スキュティアから来て,タウロイの儀式を禁じたその場所*5で, ニンフらがあなたを輪の中に囲む時, その時我が牛どもが賃貸で 別の耕作人によって新しい4町の新地を鋤くことのないよう. なぜなら,足覚束ずまた頸も疲れて 牛舎にやって来ようから,たとえそれらがステュンパイア*6の 9歳に達した角で引かれ,優れて 重い耕地を耕す牛であろうとも.というのも,ヘーリオスの神は 決してその麗しい歌舞を通り過ぎはせず,車駕を止めて 見物し,そして日は伸びるのだから. *1 イノーポスはデーロス島の泉.エジプトのナイル川と地下で通じているとされていた. *2 スパルタの一地区.アルテミスの神殿があった. *3 アテーナイの一地区とも,メッセニアのラコニアの境界近くの町ともされる. *4 アテーナイのデーモスの一つ.アルテミスの神殿があった. *5 タウロイ人のところ(現クリミア半島)では,流れ着いたギリシア人は生贄にされた. *6 エーペイロスのマケドニアに接する地域.テュンパイアが普通の呼称. |
185 190 195 200 205 210 215 220 |
τίς δὲ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον, τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ᾽ ἔξοχα νυμφέων φίλαο καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας; εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω. νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη, Τηΰγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο. ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην, ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως πτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης. ἡ δ᾽ ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη, ἄλλοτε δ᾽ εἱαμενῇσιν· ὁ δ᾽ ἐννέα μῆνας ἐφοίτα παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν, μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων δίκτυα, τά σφ᾽ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες νύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφη Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι· δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος τῆς κούρης, ὅτ᾽ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ. Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δέ σε κείνης Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ᾽ ἔδωκας αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου. καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο, πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δέ σέ φασι καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι. αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτρας ἰοδόκους ἐφόρησαν· †ἀσύλλωτοι δέ φιν ὦμοι δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός. ᾔνησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο, καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας. οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας· οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα ῾Ροῖκον ἔολπα οὐδέ περ ἐχθαίροντας ἐν Ἄϊδι μωμήσασθαι τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται, τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια. |
だが,今あなたにはどの島が,どのような山が最も気に入っているのか, そして,どの港が,そして,どのような町が?ニンフらのうち誰を格別 愛したのか,そしてどのような名婦をあなたは仲間としたのか. 語れ,女神よ,あなたが私に,そして私は他のものらに歌うであろう. 島々のうちではドリケー*1,町々のうちではペルゲー*2があなたにはお気に入りだ, 山々のうちではテーユゲトン*3,エウリポス*4の諸港に, 他のものよりも遥かにゴルテュン*5のニンフを愛し, 子鹿殺しの良き射手ブリトマルティスを.かつてミーノースはその彼女への 愛にかき立てられて,クレータの山を駆けたのだ. そのニンフはあるときは生い茂ったオークの木の下に隠れ, あるときは草原に隠れた.だが彼は9ヶ月 崖や絶壁をうろつき回り,そして追跡を止めなかった, 彼女がまさに殆ど捕まってしまって,海へと 断崖の天辺から飛び降りて,そして,彼女を救った漁夫の 網(ディクテュア)に飛び込むに至るまで.そこからクレータの人々は後に そのニンフをディクテューナと呼び,ニンフがそこから飛び降りた山を ディクタイオンと呼んでいる,そして祭壇を建てて 聖儀を行っている.そして,その時には花冠は 松かマスティクス*6のそれであって,天人花には手は触れない. というのも,その時に天人花の枝がその娘が逃げている時に,衣に まとわりついたためである.そのため,彼女は天人花に非常に腹を立てているのだ. 美しい顔の女王ウーピス*7,光もたらす者よ,あなたをもまた クレータ人は,かのニンフにちなんだ綽名で呼ぶ. そしてさらにキュレーネー*8も,あなたは仲間とし,その彼女にかつて あなた自身が二頭の猟犬をお与えになった.それらとともに, ヒュプセウスの娘はイオールコスにある墓の傍での賞を得たのだ*9. そしてデーイオーンの息子ケパロスの金髪の妻*10を, 女王よ,あなたの狩りの伴とした.だがまた,人はあなたが 美しいアンティクレイアを自分の目の如くに愛したと言う. 彼女らは最初に早き弓と矢の入った矢筒を肩にかけて 持って来た.彼らの右肩は(被われず??), そしてその脇で乳房は常に露であった. あなたはさらに足速きアタランテー*11を手放しで讃えた, アルカディアのイーアソスの娘,猪を殺した者を. そして彼女に犬での狩りと,射撃術とをお教えになった. カリュドーンの猪の狩人として呼ばれし者らも 彼女に非難など見つけなかった.というのも,勝利の徴は アルカディアにやって来て,アルカディアは未だその獣の牙を持っている. また,ヒューライオスも心得知らずのロイコス*12も, たとえ憎んではいても,冥府でその弓の業にけちを付けることはしないと 私は思う.なぜなら彼らの脇腹は嘘をつかないだろう, その血によってマイナロスの山頂は溢れたのだから. *1 イーカロス島の古名. *2 小アジア南部,パンピュリアの町. *3 ラコニアのメッセニアとの境にある山. *4 エウボイアとボエオティアの境の海峡. *5 クレータ島中央南の町. *6 ウルシ科ピスタキア属の植物.古代では口内衛生のためにその樹脂や若枝を噛んだりもし,また,樹脂や油を香料・薬としてのほか,多くの用途に用いられた(詳しくはKleine Pauly, ad "Mastix"). *7 アルテミスの別称.Bornmannはこれもディクテューナ同様,オーリーオーンによって犯されようとしていたウーピスをアルテミスがオーリーオーンを射殺して救ったところ(Apollodorus 1.4.5, Euphor. 103 Powell)から来ているのでは,と推測している. *8 テッサリアのラピテース族の王であるヒュプセウスと,オーケアノスとガイアの娘クレウーサとの間の娘.ピンドゥス山で放牧中にライオンと戦い,素手で倒し,アポッローンに見初められてアフリカのキュレーネーでアポッローンと交わる.詳しくはピンダロス『ピュティア』9参照. *9 イオールコスにある墓とは,ペーリアスの葬られた墓で,メーデーアによってペーリアスが殺された後,その子アカストスは彼のために葬礼競技を行った(詳しくは高津『神話辞典』ペーリアス参照)が,これにキュレーネーがどのように参加したのかは解釈も含めて難解で,問題の箇所である. *10 プロクリス. *11 アルカディアの王イーアソスの娘だったが,男児を欲していた王に捨てられるも,熊に養われているところを猟師に拾われて育てられ,後にカリュドーンの狩りで,男達を差し置いて猪に最初の槍を打ち込み,しとめたメレアグロスから猪の皮と頭を得る. *12 ケンタウロスの二人で,アタランターを犯さんとして殺される. |
225 230 |
πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε, Χιτώνη Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν. Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾽ Ἀγαμέμνων πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν ἔπλεον ἀμφ᾽ Ἑλένῃ ῾Ραμνοθσίδι θυμωθεῖσαι. |
多くの神殿持つ女王,多くの町持つ女王,至福たれ,キトーン*1纏う, ミレートスにおわす者よ.なぜならネーレウス*2は, ケクロプスの地*3より出航する時に,あなたを導き手としたのだから. ケーシオン*4の神,イムブラソス*5の神,最上位に座す神,アガメムノーンは 彼らの船の舵をあなたの神殿に 難しい航海を叶えるものとして置いたのだ.それはあなたが彼らに風を止めた時, ラムヌースのヘレーネー*6に腹を立てた アカイアの船がテウクロイ人の町を苛まんとして海を行った時のこと. *1 袖無しの長いワンピース状の衣服. *2 アテーナイ王コドロスの子で,ミレートスを創建したとされる. *3 アテーナイのこと.ケクロプスは初代アテーナイ王とされる. *4 サモス島の岬. *5 サモス島の川. *6 ヘレーネーはゼウスとネメシスの間の娘とする別伝による.その場合には,アッティカのラムヌースでゼウスはネメシスと交わって,卵を産み,それをレーダーが育てたことになる. |
235 240 245 250 255 |
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς, ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ᾽ ἐνὶ Λούσοις Ἡμέρῃ, οὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων. σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι ἔν κοτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο φηγῷ ὑπὸ πρέμνῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ· αὐταὶ δ᾽, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ (οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο, ἔργον Ἀθηναίης ἐλάφῳ κακόν)· ἔδραμε δ᾽ ἠχώ Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι. κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον δωμήθη, τοῦ δ᾽ οὔτι θεώτερον ὄψεται ἠώς οὐδ᾽ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. τῷ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ᾽ αὐτόν κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν οὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος, ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι, νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται. |
プロイトス*1はあなたに二つの神殿を建てた, 一つは処女神たるあなたの神殿で,アゼーニアの山*2を歩き回っていた彼の娘らを あなたが一所に集めた時に,もう一つはルーサ*3に, 宥めの神としてのあなたに,というのもあなたは娘たちから狂気を取り除いたから*4. あなたに戦を好むアマゾーン*5もまた かつて海沿いのエペソスで,オークの木の幹の下, 木像を据え,そしてヒッポー*6はあなたに聖儀を執り行った. 彼女ら自身も,女王ウーピスよ,武装した踊りを踊りまわった, 最初は盾の間で武装して,さらにはまた輪の形に 大きな歌舞隊を配置して.そして,シュリンクス*7は高らかに 巧みにできた歌を伴奏し,彼女らが共に足踏みを合わせるようにした. (なぜならまだ若鹿の骨は穴をあけられていなかったから*8, アテーネーのこの業は鹿に取っては災難である).その木霊は サルディスやベレキュントスの地*9にまで馳せた.そして,彼女らは足で 激しく大きな音をたて,また矢筒はガラガラと音をたてた. そして後にあなたのために木像の周りに,かの広い神殿が 建てられた,それよりも神々しく豪華なものは 暁も見ることはないであろう.容易にピュトーンも凌駕しえよう. そのために,粗暴なリュグダミス*10は狂おしくもそれを 破壊すると脅したのだ.そして,馬乳搾るキンメリア人*11の軍を 海の砂の数程に率いた.彼らはイーナコスの娘の牛の 歩んだ所のそばに住み着いていた*12のであるが. 王のうちでも惨めな者だ,彼はどれほどの過ちを犯したことか.なぜなら, 彼自身も再びスキュティアに帰る事もできず,誰一人, カユストロス川の*13草原に車を止めたものも 帰郷できぬ運命であった.なぜならあなたの弓がエペソスの前にあったから. *1 ティーリンスの王. *2 アルカディアの北部. *3 アルカディア北部の谷. *4 アルテミスがこの業を行ったのはバッキューリデース11の伝承による.別伝ではメランプスが狂気を癒したことになっている.狂気の原因はヘーラーを軽んじたため. *5 アマゾーン族はアルテミスを守護神としていた. *6 ヒッポリュテーのこと. *7 継ぎ合わせた笛のこと. *8 シュルンクスと異なり,一本の骨に穴をあけて作ったフルートを指す. *9 プリュギアのこと.ベレキュントスはプリュギアの山. *10 キンメリア人の王.前652-626頃にイオニア・リュディアへの遠征があったらしい(詳しくはBornmann, ad loc.参照). *11 黒海の北,スキュティア人の住んでいる地域に,彼らよりも先に住んでいたとされる民族(ヘロドトス4, 11参照). *12 イーナコスの娘イーオーはゼウスと関係を持ち,ヘーラーの怒りにふれ,ゼウスによって牛に化身させられた後,ヘーラーの虻により追われる.その際に,ヨーロッパからアシアに渡った地点がボスポロス海峡で,ここにキンメリア人は住んでいた. *13 リュディアの川. |
260 265 |
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη. μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες), μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν (οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ), μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος, οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν), μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)· χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῇ. |
ムーニキア*1の港を見張る女王,さらば,ペライ*2の女神よ. 誰もアルテミスを軽んずるなかれ(なぜなら その祭壇を軽んじたオイネウス*3にはよからぬ戦いが来たのだから), 鹿を撃つことでも射撃の業にても競うなかれ (なぜならアトレウスの子の自慢は少なからぬ犠牲を払ったから*4) 誰もこの処女神には求婚するなかれ(というのもオートス*5も オーアリオーン*6も求婚して良き婚姻を得ることはなかったから), また年毎の歌舞を避けるなかれ(なぜならヒッポー*7も 涙無く祭壇の周りを回ることを拒否できなかったから). さらば,偉大な女神よ,女主人よ,そしてあなたが歌に恵み深くあらんことを. *1 アテーナイの港. *2 テッサリアの町. *3 アイトリアのカリュドーンの王.アルテミスに捧げものを怠ったため,怒ったアルテミスは有名なカリュドーンの猪を放って,国を荒らさせる. *4 アトレウスの子アガメムノーンはアルテミスのものである雄鹿を射て自慢するが,そのためトロヤ戦争の時に,アウリスで風を止められ,出航するために娘のイーピゲネイアを犠牲に捧げることになる. *5 イーピデメイアとポセイドーンの子.アルテミスに求婚するが,兄弟のエピアルテースと狩りをしていた際に,アルテミスは鹿の姿になって兄弟の間を走り,兄弟はそれを射ようとして,互いに互いを射殺してしまう. *6 オーリオーンのこと.アルテミスを犯そうとするが,蠍に刺されて死ぬ. *7 上の239行同様,ヒッポリュテーのこと.この歌舞の拒否については不詳.しかしヒッポリュテーはその帯を取りに来たヘーラクレースにより殺される事になる(12功業の一つ.高津『神話辞典』p.239). |